Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.15 Dem. 38.17 (English) >>Dem. 38.20

38.16ἐν ποίῳ δὴ λόγῳ νῦν ἐγκαλεῖθʼ ὡς παρέδωκεν, Ξενοπείθη καὶ Ναυσίμαχε; τότε μὲν γὰρ ὡς οὐκ ἀποδόντι δίκας ἐλαγχάνετε καὶ χρήματʼ ἐπράττεσθε. εἰ δʼ ἐπʼ ἀμφότερʼ ἔσται συκοφαντεῖν ὑμῖν, καὶ τοτὲ μὲν τοῦ μὴ παραδοῦναι χρήματʼ ἐπράξασθε, τοτὲ δʼ ὡς παραδόντος διώκετε, οὐδὲν κωλύει καὶ τρίτον τι σκοπεῖν μετὰ ταῦτα, ὅτου πάλιν δικάσεσθε. οἱ νόμοι δʼ οὐ ταῦτα λέγουσιν, ἀλλʼ ἅπαξ περὶ τῶν αὐτῶν πρὸς τὸν αὐτὸν εἶναι τὰς δίκας.

38.17ἵνα τοίνυν εἰδῆτʼ, ἄνδρες δικασταί, ὅτι οὐ μόνον οὐκ ἀδικοῦνται νῦν, ἀλλὰ καὶ παρὰ πάντας ἡμῖν δικάζονται τοὺς νόμους, βούλομαι καὶ τοῦτον ὑμῖν τὸν νόμον εἰπεῖν, ὅστις διαρρήδην λέγει, ἐὰν πέντʼ ἔτη παρέλθῃ καὶ μὴ δικάσωνται, μηκέτʼ εἶναι τοῖς ὀρφανοῖς δίκην περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς ἐγκλημάτων. καὶ ὑμῖν ἀναγνώσεται τὸν νόμον.Νόμος

38.18ἀκούετʼ, ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντικρυς, ἐὰν μὴ πέντʼ ἐτῶν δικάσωνται, μηκέτʼ εἶναι δίκην. οὐκοῦν ἐλάχομεν, φαῖεν ἄν. καὶ διελύσασθέ γε, ὥστʼ οὐκ εἰσὶν αὖθις ὑμῖν δίκαι. δεινόν γʼ ἂν εἴη, εἰ τῶν μὲν ἐξ ἀρχῆς ἀδικημάτων οὐ δίδωσιν ἔξω πέντʼ ἐτῶν τὰς δίκας τοῖς ὀρφανοῖς νόμος κατὰ τῶν οὐκ ἀφειμένων ἐπιτρόπων, πρὸς δὲ τοὺς ἐξ ἐκείνων ἡμᾶς, περὶ ὧν αὐτοὺς ἀφήκατε, εἰκοστῷ νῦν ἔτει δίκην τελέσαισθʼ ὑμεῖς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 38.15 Dem. 38.17 (English) >>Dem. 38.20

Powered by PhiloLogic